Online Read Free Novel
  • Home
  • Romance & Love
  • Fantasy
  • Science Fiction
  • Mystery & Detective
  • Thrillers & Crime
  • Actions & Adventure
  • History & Fiction
  • Horror
  • Western
  • Humor

    Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

    Page 58
    Prev Next


      Χορός

      ἆρα δῆτ᾽οὐκ ἀπ᾽ἀρχῆς ἐδήλους ἀναίδειαν,

      ἥπερ μόνη προστατεῖ ῥητόρων; 325

      ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,

      πρῶτος ὤν· ὁ δ᾽Ἱπποδάμου λείβεται θεώμενος.

      ἀλλ᾽ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ

      σοῦ μιαρώτερος, ὥστε με χαίρειν,

      ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, 330

      πανουργίᾳ τε καὶ θράσει

      καὶ κοβαλικεύμασιν.

      ἀλλ᾽ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,

      νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

      Ἀλλαντοπώλης

      καὶ μὴν ἀκούσαθ᾽οἷός ἐστιν οὑτοσὶ πολίτης. 335

      Κλέων

      οὐκ αὖ μ᾽ἐάσεις;

      Ἀλλαντοπώλης

      μὰ Δί᾽ἐπεὶ κἀγὼ πονηρός εἰμι.

      Χορός

      ἐὰν δὲ μὴ ταύτῃ γ᾽ὑπείκῃ, λέγ᾽ὅτι κἀκ πονηρῶν.

      Κλέων

      οὐκ αὖ μ᾽ἐάσεις;

      Ἀλλαντοπώλης

      μὰ Δία.

      Κλέων

      ναὶ μὰ Δία.

      Ἀλλαντοπώλης

      μὰ τὸν Ποσειδῶ.

      ἀλλ᾽αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

      Κλέων

      οἴμοι διαρραγήσομαι. 340

      Ἀλλαντοπώλης

      καὶ μὴν ἐγὼ οὐ παρήσω.

      Χορός

      πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

      Κλέων

      τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

      Ἀλλαντοπώλης

      ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

      Κλέων

      ἰδοὺ λέγειν. καλῶς γ᾽ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι

      ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. 345

      ἀλλ᾽οἶσθ᾽ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.

      εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

      τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,

      ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ᾽ἀνιῶν,

      ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. 350

      Ἀλλαντοπώλης

      τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ

      ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

      Κλέων

      ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν᾽; ὅστις εὐθὺς

      θύννεια θερμὰ καταφαγών, κᾆτ᾽ἐπιπιὼν ἀκράτου

      οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. 355

      Ἀλλαντοπώλης

      ἐγὼ δέ γ᾽ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν

      καταβροχθίσας κᾆτ᾽ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος

      λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

      Χορός

      τὰ μὲν ἄλλα μ᾽ἤρεσας λέγων·. ἓν δ᾽οὐ προσίεταί με,

      τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. 360

      Κλέων

      ἀλλ᾽οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

      Ἀλλαντοπώλης

      ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

      Κλέων

      ἐγὼ δ᾽ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

      Ἀλλαντοπώλης

      ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

      Κλέων

      ἐγὼ δέ γ᾽ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. 365

      Χορός

      νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ᾽, ἤνπερ γε τοῦτον ἕλκῃς.

      Κλέων

      οἷόν σε δήσω <᾽ν> τῷ ξύλῳ.

      Ἀλλαντοπώλης

      διώξομαί σε δειλίας.

      Κλέων

      ἡ βύρσα σου θρανεύσεται.

      Ἀλλαντοπώλης

      δερῶ σε θύλακον κλοπῆς. 370

      Κλέων

      διαπατταλευθήσει χαμαί.

      Ἀλλαντοπώλης

      περικόμματ᾽ἔκ σου σκευάσω.

      Κλέων

      τὰς βλεφαρίδας σου παρατιλῶ.

      Ἀλλαντοπώλης

      τὸν πρηγορεῶνά σοὐκτεμῶ.

      Δημοσθένης

      καὶ νὴ Δί᾽ἐμβαλόντες αὐτῷ 375

      πάτταλον μαγειρικῶς

      ἐς τὸ στόμ᾽, εἶτα δ᾽ἔνδοθεν

      τὴν γλῶτταν ἐξείραντες αὐτοῦ

      σκεψόμεσθ᾽εὖ κἀνδρικῶς

      κεχηνότος 380

      τὸν πρωκτὸν εἰ χαλαζᾷ.

      Χορός

      ἦν ἄρα πυρός γ᾽ἕτερα θερμότερα καὶ λόγων

      ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμ᾽ 385

      ἦν ἄρ᾽οὐ φαῦλον ὧδ᾽. . . ἀλλ᾽ἔπιθι καὶ στρόβει,

      μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·

      ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

      δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. 390

      Ἀλλαντοπώλης

      ἀλλ᾽ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,

      κᾆτ᾽ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.

      νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,

      ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.

      Κλέων

      οὐ δέδοιχ᾽ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον 395

      καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

      Χορός

      ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι

      τοῦ χρώματος τοῦ παρεστηκότος.

      εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, 400

      καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

      ὦ περὶ πάντ᾽ἐπὶ πᾶσί τ�
    � πράγμασι

      δωροδόκοισιν ἐπ᾽ἄνθεσιν ἵζων,

      εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.

      ᾄσαιμι γὰρ τότ᾽ἂν μόνον, 405

      “πῖνε πῖν᾽ἐπὶ συμφοραῖς”.

      τὸν Ἰουλίου τ᾽ἂν οἴομαι γέροντα πυροπίπην

      ἡσθέντ᾽ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

      Κλέων

      οὔτοί μ᾽ὑπερβαλεῖσθ᾽ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,

      ἢ μή ποτ᾽ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. 410

      Ἀλλαντοπώλης

      ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ᾽πὶ πολλοῖς

      ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,

      ὑπερβαλεῖσθαί σ᾽οἴομαι τούτοισιν, ἢ μάτην γ᾽ἂν

      ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.

      Κλέων

      ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν 415

      κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;

      Ἀλλαντοπώλης

      καὶ νὴ Δί᾽ἄλλα γ᾽ἐστί μου κόβαλα παιδὸς ὄντος.

      ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·

      “σκέψασθε παῖδες· οὐχ ὁρᾶθ᾽; ὥρα νέα, χελιδών”.

      οἱ δ᾽ἔβλεπον, κἀγὼ ᾽ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. 420

      Χορός

      ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·

      ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

      Ἀλλαντοπώλης

      καὶ ταῦτα δρῶν ἐλάνθανόν γ᾽· εἰ δ᾽οὖν ἴδοι τις αὐτῶν,

      ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·

      ὥστ᾽εἶπ᾽ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· 425

      “οὐκ ἔσθ᾽ὅπως ὁ παῖς ὅδ᾽οὐ τὸν δῆμον ἐπιτροπεύσει”.

      Χορός

      εὖ γε ξυνέβαλεν αὔτ᾽· ἀτὰρ δῆλόν γ᾽ἀφ᾽οὗ ξυνέγνω·

      ὁτιὴ ᾽πιώρκεις θ᾽ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

      Κλέων

      ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.

      ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, 430

      ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

      Ἀλλαντοπώλης

      ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ᾽ἀφήσω

      κατὰ κῦμ᾽ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

      Δημοσθένης

      κἄγωγ᾽, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

      Κλέων

      οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ 435

      κλέψας Ἀθηναίων.

      Δημοσθένης

      ἄθρει καὶ τοῦ ποδὸς παρίει·

      ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

      Ἀλλαντοπώλης

      σὲ δ᾽ἐκ Ποτειδαίας ἔχοντ᾽εὖ οἶδα δέκα τάλαντα.

      Κλέων

      τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

      Χορός

      ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· 440

      τὸ πνεῦμ᾽ἔλαττον γίγνεται.

      Κλέων

      φεύξει γραφὰς . . .

      ἑκατονταλάντους τέτταρας.

      Ἀλλαντοπώλης

      σὺ δ᾽ἀστρατείας γ᾽εἴκοσιν,

      κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

      Κλέων

      ἐκ τῶν ἀλιτηρίων σέ φημι 445

      γεγονέναι τῶν τῆς θεοῦ.

      Ἀλλαντοπώλης

      τὸν πάππον εἶναί φημί σου

      τῶν δορυφόρων —

      Κλέων

      ποίων; φράσον.

      Ἀλλαντοπώλης

      τῶν Βυρσίνης τῆς Ἱππίου.

      Κλέων

      κόβαλος εἶ. 450

      Ἀλλαντοπώλης

      πανοῦργος εἶ.

      Χορός

      παῖ᾽ἀνδρικῶς.

      Κλέων

      ἰοὺ ἰού,

      τύπτουσί μ᾽οἱ ξυνωμόται.

      Χορός

      παῖ᾽αὐτὸν ἀνδρειότατα, καὶ

      γάστριζε καὶ τοῖς ἐντέροις

      καὶ τοῖς κόλοις, 455

      χὤπως κολᾷ τὸν ἄνδρα.

      ὦ γεννικώτατον κρέας ψυχήν τ᾽ἄριστε πάντων,

      καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,

      ὡς εὖ τὸν ἄνδρα ποικίλως θ᾽ὑπῆλθες ἐν λόγοισιν.

      πῶς ἄν σ᾽ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; 460

      Κλέων

      ταυτὶ μὰ τὴν Δήμητρά μ᾽οὐκ ἐλάνθανεν

      τεκταινόμενα τὰ πράγματ᾽, ἀλλ᾽ἠπιστάμην

      γομφούμεν᾽αὐτὰ πάντα καὶ κολλώμενα.

      Χορός

      οἴμοι σὺ δ᾽οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

      Ἀλλαντοπώλης

      οὔκουν μ᾽ἐν Ἄργει γ᾽οἷα πράττεις λανθάνει. 465

      πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,

      ἰδίᾳ δ᾽ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

      καὶ ταῦτ᾽ἐφ᾽οἷσίν ἐστι συμφυσώμενα

      ἐγᾦδ᾽· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

      Χορός

      εὖ γ᾽εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. 470

      Ἀλλαντοπώλης

      καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ᾽ἐκεῖθεν αὖ,

      καὶ ταῦτά μ᾽οὔτ᾽ἀργύριον οὔτε χρυσίον

      διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,

      ὅπως ἐγὼ ταῦτ᾽οὐκ Ἀθηναίοις φράσω.

      Κλέων

      ἐγὼ μὲν οὖν αὐτίκα μάλ᾽ἐς βουλὴν ἰὼν 475

      ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,

      καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,

      καὶ πάνθ᾽ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,

      καὶ τἀκ Βοιωτῶν τ
    αῦτα συντυρούμενα.

      Ἀλλαντοπώλης

      πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; 480

      Κλέων

      ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

      Χορός

      ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;

      νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε

      ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·

      θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, 485

      ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ

      ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

      Ἀλλαντοπώλης

      ἀλλ᾽εἶμι· πρῶτον δ᾽ὡς ἔχω τὰς κοιλίας

      καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

      Δημοσθένης

      ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, 490

      ἵν᾽ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

      Ἀλλαντοπώλης

      ἀλλ᾽εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

      Δημοσθένης

      ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

      Ἀλλαντοπώλης

      τί δαί;

      Δημοσθένης

      ἵν᾽ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.

      καὶ σπεῦδε ταχέως. 495

      Ἀλλαντοπώλης

      ταῦτα δρῶ.

      Δημοσθένης

      μέμνησό νυν

      δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,

      χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.

      Χορός

      ἄλλ᾽ἴθι χαίρων, καὶ πράξειας

      κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι

      Ζεὺς ἀγοραῖος· καὶ νικήσας 500

      αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

      ἔλθοις στεφάνοις κατάπαστος.

      ὑμεῖς δ᾽ἡμῖν προσέχετε τὸν νοῦν

      τοῖς ἀναπαίστοις,

      ὦ παντοίας ἤδη Μούσης 505

      πειραθέντες καθ᾽ἑαυτούς.

     


    Prev Next
Online Read Free Novel Copyright 2016 - 2026